Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.531
Not analysed yet
Αἱ προεξαδυνατησάντων παραφροσύναι κάκισται, οἷον καὶ Θρασύνοντι. Οὕτως εἰσὶν αἱ προεξαδυνατησάντων παραφροσύναι κάκισται, ὡς οὐκ ἂν ἐλπίσαις σωθῆναί τινα ἐξ αὐτῶν· ἀκούειν δὲ δηλονότι περὶ τῶν παραφροσυνῶν ἐκείνων προσῆκον, ὅσαι κατὰ διάθεσιν νοσώδη γίγνονται τοῦ φρονοῦντος ἐν ἡμῖν μορίου. πρόσκαιροι γὰρ ἕτεραί τινες συμπίπτουσιν ἀπὸ τῶν ἔξωθεν αἰτίων, οἷον ἀνθράκων θέρμης ἢ οἴνου πόσεως ἢ οἴκου τὴν ἐκ τῆς τιτάνου διασῴζοντος ποιότητα· βλαβεραὶ μὲν γὰρ καὶ κινδυνώδεις εἰσὶν καὶ αἱ τοιαῦται προεξαδυνατηκόσι συμπίπτουσαι· παντάπασιν δ' ὀλέθριαι τῶν κατὰ διάθεσιν ἐγκεφάλου φρενιτικὴν παρακοπτόντων. μέγεθος γάρ τι τῆς κατὰ τὴν δύναμιν ἀρρωστίας ἐνδείκνυται τὸ προεξαδυνατησάντων ὄνομα προσκειμένης τῆς ‘ἐξ’ προθέσεως τῷ ‘προαδυνατησάντων’, ὃ καὶ αὐτὸ καθ' αὑτὸ βλάβην ἱκανὴν σημαίνει τῆς δυνάμεως, καὶ κατά τινα τῶν ἀντιγράφων |