Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.535
Not analysed yet
χυμός, ἄν τε δι' ἐμέτων ἄν τε διὰ τῆς κάτω γαστρὸς |ἄν τε διὰ πτυσμάτων ἄν τε δι' οὔρων ἐπιφαίνηται, τόν τε χυμόν, ἐξ οὗ γεννᾶται, δηλώσει καὶ τὸ νόσημα θερμόν τ' εἶναι καὶ ξηρὸν ἰσχυρῶς. ἀδήλου δ' ὄντος, ὅσον ἐπὶ τῷ κενουμένῳ χυμῷ, πότερον ἄνευ τόπου πεπονθότος τινὸς ἐξαιρέτου ἢ μετά τινος κυρίου μορίου φλεγμονὴν ἐρυσιπελατώδη ἔχοντος ἡ γένεσις αὐτῷ γέγονεν, διαγινώσκεται καὶ διορίζεται τοῦτο τοῖς συνεζευγμένοις συμπτώμασι. καὶ γὰρ καὶ δι' ἧπαρ οὕτω φλεγμαῖνον ἰώδης γεννᾶται χυμός, οὗ νῦν μνημονεύει. τῇ κοινωνίᾳ γοῦν τῶν ἄλλων συμπτωμάτων, ὅσα τῶν εἰρημένων μορίων τε καὶ παθῶν ἐστιν ἴδια, τὴν διάγνωσιν αὐτῶν ποιητέον· ἥ τε γὰρ ἀγρυπνία καὶ ἡ κεφαλαλγία καὶ ἡ κώφωσις ἐν τῇ κεφαλῇ δηλοῖ τὴν διάθεσιν εἶναι· χαλεπῶς δ' ἔχοντος τοῦ ἐγκεφάλου, πρὸς ἔμετον ὁρμᾶν τὸ στόμα τῆς γαστρὸς ἴσμεν· εἴρηται γὰρ ὑπὲρ τούτων πολλάκις. εὔλογον οὖν ἐστιν παρακόψαι σφοδρῶς τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ ξηρᾷ καὶ θερμῇ κατὰ τὴν κεφαλὴν δυσκρασίᾳ διὰ ξανθῆς χολῆς