Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.534
Not analysed yet
Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος ἀγρυπνώδεα ταχὺ ἐκμαίνει. Μεμνημένῳ σοι τῆς τῶν χυμῶν γενέσεως τῶν τε ἄλλων καὶ τῆς μελαίνης χολῆς οὐ χαλεπὸν ἐννοῆσαι περὶ τῶν ἰωδῶν ἐμεσμάτων, ὡς κατὰ τὴν ἐπὶ τὸν μέλανα χυμὸν ὁδοιπορίαν γίγνεται. μεμάθηκας γὰρ ἔκ τε τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης καὶ τοῦ παχέος αἵματος γεννᾶσθαι τὴν μέλαιναν. ἡ ξανθὴ χολὴ δ' ὑπεροπτωμένη πρῶτον μὲν εἰς τὸν ἰώδη τρέπεται χυμόν, ἔπειτα εἰς τὸν μέλανα· ὑπεροπτᾶται δὲ διὰ μέγεθος πυρετοῦ. κατειληφυίας οὖν τὸν ἐγκέφαλον χολῆς ξανθῆς ἐν τοῖς φρενιτικοῖς πάθεσιν, ὅταν ἡ τοῦ πυρετοῦ σφοδρότης ὀπτῶσα τὸν χυμὸν τοῦτον ἐργάζηται μελαγχολικόν, αἱ παραφροσύναι γίγνονται σφοδραὶ διὰ τὴν κακοήθειαν τῆς μελαίνης χολῆς, ἃς μανιώδεις κἀν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις Ἱπποκράτης ὠνόμασεν. αὐτὸς οὖν ὁ ἰώδης