Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.537
Not analysed yet
τὸ στόμα] παρακρουστικά· ἐκ τοιούτων φρενιτικοὶ καὶ ὀλέθριοι. Ὅτι μὲν οὖν ἐπὶ τοιούτοις συμπτώμασιν ἐνίοτε γίνεται φρενῖτις, ὅτι τε γιγνομένη πάντως ἐστὶν ὀλέθριος, ὀρθῶς εἴρηται· μὴ μέντοι παρυπονοήσῃς ἕπεσθαι τοῖς εἰρημένοις συμπτώμασιν ἐξ ἀνάγκης φρενῖτιν· οὐδὲν γὰρ πρόσκειται τῇ συνδρομῇ τῶν συνενδεικνυμένων πεπονθέναι τὸν ἐγκέφαλον. ἐκ δὲ τοῦ τὰ κατὰ τὸν φάρυγγα κακῶς διακείμενα τὸν τοιοῦτον ἄνθρωπον ἔχειν ἄνευ τινὸς ὄγκου παρὰ φύσιν οὐ δυνάμενον, ὁπότε χάνοι, συνάγειν ἑτοίμως τὴν γένυν καὶ κλείειν τὸ στόμα, τεκμαίροιτ' ἄν τις ἐνίοτε πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων. ἄρχεσθαι γὰρ εἰκός ἐστιν ὡς ἐπὶ τῶν φαινομένων μορίων τὰς διαθέσεις οὐκ ἀθρόως ὅλων ἤτοι φλεγμαινόντων ἢ οἰδισκομένων ἢ ἐρυσιπέλατα ἰσχόντων, ἀλλὰ ἐφ' ἑνός τινος αὐτῶν τόπου, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ βάθει κειμένων. μέγεθος οὖν ἀξιόλογον ἔχοντος τοῦ ἐγκεφάλου καὶ πολλὰς νεύρων ἐκφύ|