Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.538
Not analysed yet
σεις εἰκός ἐστιν ἄλλοτ' ἀπ' ἄλλων αὐτῶν πρώτων ἄρχεσθαι τὴν φλεγμονὴν αὐτοῦ, καθ' ὅ τι δ' ἂν μέρος πάθῃ, κατ' ἐκεῖνο καὶ τὰς τῶν νεύρων ἐκφύσεις πασχούσας ἀδυνάτους γίνεσθαι κινεῖν τοὺς μῦς, εἰς οὓς ἐμφύονται. τὴν τοίνυν κάτω γένυν, ἑτέρων μὲν μυῶν ἀνοιγνύντων, ἑτέρων δὲ κλειόντων, ὅταν μὲν ἐν τοῖς τῶν διανοιγόντων μυῶν νεύροις ἡ διάθεσις γένηται, δυσκόλως ἀνοιγνύουσιν, ὅταν δὲ ἐν τοῖς τῶν κλειόντων, οὐ ῥᾳδίως κλείουσιν. ἐνδεχομένου δὲ ὄντος αὐτοὺς μόνους ἐνίοτε τοὺς μῦς πεπονθέναι χωρὶς τῆς τῶν νεύρων ἀρχῆς, οὐκ ἀναγκαῖόν ἐστιν τοῖς εἰρημένοις συμπτώμασιν ἀκολουθεῖν φρενῖτιν. οὐδὲ γὰρ ὃ μάλιστα αὐτὸν ἔπεισεν ὑποπτεῦσαι πεπονθέναι τὴν ἀρχὴν τῶν μυῶν (ἔστι δὲ τοῦτο τῶν κατὰ τὸν φάρυγγα χωρίων ἡ ἰσχνότης), τῶν ἀναγκαίων ἐστίν. ἐγχωρεῖ γὰρ τοὺς ἐν τῷ φάρυγγι μῦς φλεγμαίνοντας τὸ πνιγῶδες ἐργάζεσθαι σύμπτωμα μὴ δυναμένους φανῆναι, μηδ' ἂν ἐπὶ πλεῖστόν τις διανοίξῃ τὸ στόμα, ὡς εἴ γε χωρὶς τῆς τούτων φλεγμονῆς γίγνοιτο τὰ εἰρημένα συμπτώματα, σκοπεῖ|