Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.540
Not analysed yet
Οὐδὲν ἐξαίρετον ἐπὶ φρενίτιδος ὁ λόγος ἔχει· καὶ γὰρ κἀπὶ τῶν ἄλλων παθῶν, εἰ μεταπέσοι τὸ ἐπιεικές, ἐνδείκνυται τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι. τὸ δ' ἐν ἀρχῇ πρόσκειται, τάχα μηδ' ἄλλως γενήσεσθαι δυνάμενον. ἐν ἀρχῇ γὰρ ὁρῶνται συνεχεῖς μεταπτώσεις, οὐχ ὅταν χρονίζῃ τὰ νοσήματα, καὶ ταῦτ' εἰκὸς συμβαίνειν ἐν ταῖς κατὰ πλῆθος ἢ ποιότητα μοχθηρῶν χυμῶν διαθέσεσιν ἄλλοτ' εἰς ἄλλο μόριον, ἐνίοτε μὲν εἰς κύριον μεθισταμένων, ἐνίοτε δὲ εἰς ἄκυρον· αἱ μὲν οὖν εἰς τὰ κύρια μέρη μετάρροιαι διαφθείρουσι τὸ ἐπιεικές, αἱ δ' εἰς τὰ μὴ κύρια δηλοῦσιν, ἐν ᾧ καιρῷ μάλιστα χρὴ τὸν ἰατρὸν ἐπὶ τὰς κενώσεις ἰέναι τῶν λυπούντων χυμῶν ἢ κατὰ πλῆθος ἢ ποιότητα. τοῦτο μὲν οὖν, ὡς ἔφην, ἁπάντων νοσημάτων κοινόν. ὁ πτυελισμὸς δὲ γίνεται μὲν καὶ διὰ τὸ στόμα τῆς γαστρὸς ἀρρωστοῦν ἐφ' ὑγρότητι, γίνεται δὲ καὶ διὰ τὸν ἐγκέφαλον ἐμπεπλησμένον ὑγρῶν, ἐξ ὧν συρρεῖ τι καὶ εἰς τὸ στόμα παραπλησίως τῷ κατὰ τοὺς φλεγμαίνοντας ὀφθαλμοὺς δακρύῳ λεπτῷ. νῦν οὖν ἐπειδὴ τοῖς