Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.541
Not analysed yet
φρενιτικοῖς ἔφη γίνεσθαι τὸν |πτυελισμόν, ἐγκεφάλου κακοπραγοῦντός ἐστι σημεῖον. Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακόν· ὡς καὶ Ἀρχεκράτει. ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τούτοις κάκιστον. Αἱ λευκαὶ διαχωρήσεις, ὅτι καὶ δι' ἐδεσμάτων χρόαν γίνονται, πρόδηλον· ὁρῶμεν γάρ, ὅσοι γάλα προσηνέγκαντο μόνον ἢ ἄρτον καθαρὸν ἢ χόνδρον ἢ θέρμους ἤ τι τοιοῦτον, τὴν διαχώρησιν αὐτῶν λευκὴν γινομένην, εἰ παραβάλλοιτο τοῖς φακῆν ἐδηδοκόσιν ἢ κράμβας ἢ ἑφθὸν αἷμα λαγωῶν ἢ ζωμὸν μέλανα τῶν διὰ σιραίου πολλοῦ σκευαζομένων. ἀλλ' ὅμως καὶ τοῖς ἐδέσματα λευκὰ προσενεγκαμένοις προσαπερχόμενόν τι τῆς ξανθῆς χολῆς χρώννυσι τὴν διαχώρησιν, ὡς ὠχροτέραν φαίνεσθαι τῶν ἐδηδεσμένων. ὅταν οὖν ἀκούσῃς τινὸς τῶν ἰατρῶν ἐπὶ τῶν ἰκτεριώντων λέγον|