Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.542
Not analysed yet
τος λευκὰ γίνεσθαι τὰ διαχωρήματα, δεῖ πρὸς τὰ κατὰ φύσιν ἔχοντα αὐτοῦ παραβάλλειν καὶ πρὸς παραβολὴν τούτων γεγονέναι τὸν λόγον αὐτῷ. καὶ καθάπερ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἔγραψαν λευκὰ διαχωρήματα γίγνεσθαι τοῖς ἰκτεριῶσιν, οὕτω καὶ νῦν οὗτος ἐπὶ τῶν φρενιτικῶν εἶπεν, ὡς εἰ καὶ μηδ' ὅλως ἔχοντα τὴν ξανθὴν χολὴν εἰρήκει. γίγνεσθαι δὲ τοῦτο μηκέτ' αὐτῆς εἰς τὴν γαστέρα συρρεούσης, ἀλλὰ τῷ πρὸς ὅλον τὸ σῶμα φερομένῳ κατὰ τὴν ἀνάδοσιν αἵματι συναναφερομένης διὰ στέγνωσίν τινα τοῦ καταφέροντος αὐτὴν εἰς τὴν γαστέρα πόρου, καθάπερ ἐπὶ τῶν ἰκτεριώντων, ἢ διὰ σφοδρὰν πύρωσιν ἐν τοῖς ἄνω τοῦ ἥπατος μορίοις ἀναρπάζουσαν τὸ αἷμα σὺν τῇ χολῇ. κατὰ μὲν οὖν τὸν πρῶτον τρόπον ἀναφερομένης εἰς ὅλον τὸ σῶμα τῆς χολῆς ἡ βλάβη γίγνοιτ' ἂν ἐξ αὐτῆς τοῖς κατὰ τὸν ἐγκέφαλον ἤδη καὶ πρόσθεν ἐκκεχολωμένοις, κατὰ δὲ τὸν δεύτερον τρόπον οὐ μόνον αἴτιον βλαβερὸν ἡ τῆς χολῆς ἀνάδοσις, ἀλλὰ καὶ σημεῖον ἔσται θερμασίας παμπόλλης ἐνδεικνυμένης ὑπάρχειν ἐν αὐτῷ.