Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.551
Not analysed yet
Οὐκ ‘αὐτοὶ ψόφου καθαπτόμενοι’ βέλτιον ἦν εἰπεῖν, ἀλλ' ‘ὧν ὁ ψόφος καθάπτεται’. τὸ μέντοι λεγόμενον ἀληθές ἐστιν· ὑπὸ γὰρ τῶν ψόφων θορυβοῦνται παραπλησίως τοῖς δειλοῖς, ὅταν ἐξαίφνης ἀκούσωσι μεγάλης βροντῆς ἢ θηρίον τι θεάσωνται πλησίον. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οἱ φρενιτικοί, καίτοι διάθεσιν ἔχοντες θερμὴν καὶ ξηράν, ὥστε καὶ τὴν γλῶτταν ἔχειν διὰ τὴν πολλὴν ξηρότητα τραχεῖαν. ἐδίδαξε δὲ ὁ Ἱπποκράτης ἡμᾶς, ὅτι τούτοις ἡ γνώμη νοσεῖ, κατὰ τὸν Ἀφορισμόν, ἐν ᾧ φησιν· "ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσεῖ". καὶ μέντοι κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ λοιμώδει καταστάσει περὶ τῶν φρενιτικῶν αὐτὸς εἶπεν· "ἄδιψοι δὲ οὗτοι πάνυ ἦσαν". τρομώδεις δὲ οὐ πάντες ἐγίνοντο οἱ φρενιτικοί, ἀλλ' οἱ χείριστα διακείμενοι, καθάπερ εἴρηται καὶ πρόσθεν. ἔνιοι δὲ βραχυπόπται γράψαντες ἀξιοῦσιν ἀκούειν τοὺς ὑποτοπουμένους τὰ βραχύτατα· καὶ τοῦτο μαρτυρεῖν φασι τὸ ψόφου καθαπτό|