Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.552
Not analysed yet
μενοι, τουτέστι ταραττόμενοι διὰ τὸ καὶ βραχύτατα ὑποτοπεῖσθαι, τουτέστιν ὑποπτεύειν. Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνή, ὄμματα ἐπίχνουν ἔχοντα, μανικά· οἷον καὶ ἡ Ἑρμοζύγου ἐκμανεῖσα ὀξέως ἄφωνος ἀπέθανεν. Εἴ τινάς που θέρους ὥρᾳ καύματος ἰσχυροτάτου διὰ κόνεως ὁδοιπορήσαντας τεθέασαι ξηροὺς ἱκανῶς ἔχοντας τοὺς ὀφθαλμούς, ὡς δοκεῖν τοῦ καλουμένου χνοῦ μεστοὺς εἶναι, τούτους ἐν νῷ λαβὼν νοήσεις ὃ βούλεται δηλοῦν ἡ προκειμένη ῥῆσις· ἔστι γὰρ τῶν κατ' αὐτὴν εἰρημένων τὸ κυριώτατον τοῦτο, κοινὸν μὲν ὂν τῶν τε μαραινομένων καὶ τῶν σφοδρότατα φρενιτιζόντων, οὐ μὴν δυσχερῆ τὴν γνῶσιν ἔχον τῶν μαραινομένων ἑωρακότι ποτὲ κἂν ἕνα· τοῖς μὲν γὰρ μαραινομένοις ἐκτέτηκε πᾶν ὅσον ἐστὶ κατὰ τὸ πρόσωπόν τε καὶ τοὺς κροτάφους