Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.553
Not analysed yet
σαρκῶδες ἅμα τῷ καὶ |τοὺς ὀφθαλμοὺς κοίλους ἱκανῶς γεγονέναι, οἱ φρενιτικοὶ δὲ χωρὶς τούτων τὸν ὀφθαλμὸν ἐπίχνουν ἴσχουσιν πρὸς τῷ καὶ τὸ βλέμμα θρασὺ μὲν τοῖς φρενιτικοῖς, δειλὸν δ' εἶναι τοῖς μαραινομένοις. ὁ δὲ ἀσώδης ἔμετος κοινὸν μὲν σύμπτωμα τοῖς τοιούτοις ἐστὶ πρός τινας τῶν κακοήθων πυρετῶν ὥσπερ γε καὶ ἡ κλαγγώδης φωνή. γίνεται δὲ ὁ μὲν ἀσώδης ἔμετος ἐπί τε χολώδει καὶ δακνώδει χυμῷ, ἡ φωνὴ δὲ κλαγγώδης διὰ ξηρότητα τῶν φωνητικῶν ὀργάνων, ὡς ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασι δέδεικται. ὅταν οὖν τοῖς φρενιτικοῖς ταῦτα συμπέσῃ, μανιωδῶς παραπαίουσιν **,ὅπερ ταὐτὸν βούλεται σημαίνειν τῷ σφοδρῶς· καὶ γίνεται τοῦτο διά τε τὴν κακοήθειαν τοῦ χυμοῦ καὶ τὴν ἄμετρον ξηρότητα· διὸ καὶ ἄφωνοι γίνονται. Ἐν πυρετῷ καυσώδει ἤχων προσγενομένων μετὰ ἀμβλυωσμοῦ καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος ἐξίστανται μελαγχολικῶς. |