Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.560
Not analysed yet
πνίγονταί τε εἰκότως, διότι ἀέρος πλῆθος οὐχ ὑπάρχει, φαινόμενόν τε λέγειν αὐτῷ ἔθος ἐστὶν τὸ τοιοῦτον πνεῦμα. φαίνονται δ' οὖν οὗτοι πάντες οἱ τὴν τοιαύτην εἰσπνοὴν εἰσπνέοντες ὅλας κινεῖν τὰς ὠμοπλάτας, ὡς καὶ διὰ τῶν ἀμφιεσμάτων ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν, ὡς ἂν ἰσχυρῶς ἐνεργούντων αὐτῶν τοῖς ἄνω μέρεσι τοῦ θώρακος. εἰκότως οὖν ἐνταῦθα μὲν ὠνόμασε πρόχειρον τὸ τοιοῦτον πνεῦμα, κατὰ δὲ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ‘μετέωρον’· πρόχειρον μέν, ἐπειδὴ φαίνεται προχείρως (ὅπερ ἐστὶν ἑτοίμως τε καὶ ῥᾳδίως) τοῖς τὸν κάμνοντα θεωμένοις, εἰωθότων ἡμῶν ἀντιδιαιρεῖν τοῖς ἀποκεκρυμμένοις καὶ μὴ φαινομένοις τὸ πρόχειρον· μετέωρον δέ, ἐπειδὴ τὰ μετέωρα μέρη τοῦ θώρακος οἱ οὕτως ἀναπνέοντες φαίνονται κινοῦντες. δύναται τοιγαροῦν τὸ τοιοῦτον πνεῦμα καὶ διὰ τὴν τῶν ἀναπνευστικῶν ὀργάνων στενοχωρίαν γίγνεσθαι καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν, ἣν ἐδείξαμεν ὀρθῶς τὸν Ἱπποκράτην βλαβεῖσαν ἡγεῖσθαι μεγάλην ἀναπνοὴν ἐργάζεσθαι. δυναμένης οὖν καὶ τῆς ἀφωνίας αὐτῶν τε τῶν |