Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.561
Not analysed yet
φωνητικῶν ὀργάνων βεβλαμμένων καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν γίγνεσθαι, καὶ τοῦ προχείρου πνεύματος ὁμοίως, ἄδηλον ἦν, ὅσον ἐπὶ τούτοις, εἰ παραφρονήσουσι. καὶ διὰ τοῦτο ἀμφιβάλλων εἶπεν· ἆρα γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; περὶ μέντοι τοῦ πονηρὸν εἶναι τὸ σημεῖον οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς βεβαίως ἐπιστάμενος ἀπεφήνατο. εἰ γὰρ μὴ τῆς ἀρχῆς τῶν νεύρων πεπονθυίας, ἀλλ' αὐτῶν τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων βεβλαμμένων ἡ ἀναπνοὴ τοιαύτη μετ' ἀφωνίας ἐγγένηται, κίνδυνον οὐ τὸν τυχόντα φέρει πνιγομένων ἐν τάχει τῶν οὕτω διακειμένων. Αἱ ἐπ' ὀλίγον θρασεῖαι παρακρούσιες θηριώδεες. ‘Οὐ μόνον, ἐὰν ἐπ' ὀλίγον χρόνον γίνωνται αἱ θρασεῖαι παρακρούσιες, θηριώδεις εἰσίν’, τάχ' ἂν εἴποι τις ἐγκαλῶν τῷ λόγῳ, τὰς ἐπὶ πολὺ γινομένας θρασείας παρακρούσεις μᾶλλον τῶν ἐπ' ὀλίγον |