Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.573
Not analysed yet
αὐτῷ προσερχομένη τὴν ποιότητα δηλοῖ τοῦ μέλλοντος ἐμεῖσθαι χυμοῦ. διὰ μὲν οὖν τὸν πτυελισμόν, ὅτι γενήσεταί τις ἔμετος, διὰ δὲ τὴν κατάψυξιν, ὅτι μελάνων, ἔνεστι προγνῶναι. Κώφωσις καὶ οὖρα ἀκατάστατα, ἐξέρυθρα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν. κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μέν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν. Εἴρηταί μοι καὶ πρόσθεν, ὡς ἐν οἷς πάθεσιν οὔτε τήρησιν ἐπὶ πολλῶν εἶχεν ἀρρώστων οὔτε τῆς τοῦ πράγματος φύσεως ἔνδειξιν βεβαίαν, ἐπὶ τούτων εἴωθεν ἤτοι τοὺς ἀνθρώπους ὀνομαστὶ γράφειν, ἐφ' ὧν ἐθεάσατο τὰ συμπτώματα [ἢ] περὶ ὧν ἑκάστοτε πεποίηται τὴν διήγησιν, ἢ ζητεῖν |