Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.574
Not analysed yet
ἔτι καὶ ἀπορεῖν ὁμολογεῖν, πῇ ποτ' ἔχει τἀληθές. ἔοικεν οὖν καὶ νῦν ἐπί τινος Ἑρμίππου θεάσασθαι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα συμπτώματα παρακρούσαντός τε καὶ ἰκτερωθέντος ἐπὶ κωφώσει καὶ οὔροις ἐξερύθροις ἀκαταστάτοις. ἡ μὲν δὴ κώφωσις ἕν τι τῶν ἐνδεικνυμένων ἐστὶ πεπονθέναι τὸν ἐγκέφαλον. ἐξέρυθρα δὲ οὖρα διαφέρει μὲν δήπου τῶν ‘ὑπερύθρων’, ἃ κατὰ τὸ Προγνωστικὸν εἴρηται χρόνου μὲν εἶναι σημεῖα, μὴ μέντοι κινδύνου. τίνα δ' <ἂν> ἄλλα νοήσειέ τις ἐξέρυθρα ἢ τὰ καλούμενα πρὸς ἁπάντων αἱματώδη πολλοῖς τῶν νεφριτικῶν οὐρούμενα; καὶ εἴπερ ταῦτα βούλεται δηλοῦν, ἀνὰ λόγον τι σημαίνει τοῦ πρόσθεν εἰρημένου "κοιλίης περίπλυσις ἐξέρυθρος". ὥσπερ οὖν ἐκείνην ἔφαμεν ἥπατος ἀρρωστοῦντος γίνεσθαι, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφροῖς κακοπραγοῦσιν οὖρον ἐξέρυθρον ἐροῦμεν γίγνεσθαι. τὸ δ' ἀκατάστατον αὐτοῦ μετὰ τοῦ φαίνεσθαί τινα παχύτερα τῆς ὅλης οὐσίας τῶν οὔρων ἐναιωρούμενα ταραχὴν ἐνδείκνυται κατὰ τὰς φλέ|