Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.585
Not analysed yet
φλέγμα συχνὸν κάτω |μετὰ τόνου, τοῦτ' ἔστι μετὰ προθυμίας ἰσχυρᾶς, ὁποία κατὰ τοὺς τεινεσμοὺς γίνεται. τοιαῦται δὲ τάσεις εἰώθασι συμβαίνειν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς μόγις διερχομένοις εἰς τὰ εἴσω χωρία τῶν ἐντέρων· ἔν τισι δ', ὡς ἔφην, τῶν ἀντιγράφων οὐ διὰ τοῦ τ γέγραπται ‘τόνῳ διέρχεται τὸ κενούμενον’, ἀλλὰ διὰ τοῦ γ γόνῳ εἴκελον, τουτέστι γόνῳ ὅμοιον. εἴτε δὲ κατὰ τὴν σύστασιν εἴτε κατὰ τὴν χρόαν εἴτ' ἄμφω βούλεται γόνῳ παραπλήσιον εἶναι τὸ κενούμενον, ἄδηλον ὑπάρχον ἐστίν. ὅ γε μὴν ὑπὸ Πραξαγόρου καλούμενος ὑαλώδης χυμὸς ὅμοιος ὢν ὑάλῳ κεχυμένῃ τοιοῦτός ἐστιν, ὡς ὀδύνας μεγίστας τονώδεις παρέχειν, ὅταν διεξέρχηται τοὺς χιτῶνας τῶν ἐντέρων. ἔστι δὲ τῇ κράσει ψυχρότατος ἁπάντων τῶν κατὰ τὸ σῶμα γεννωμένων χυμῶν. ὅτι δὲ ἐκ τῶν παχυτέρων χυμῶν τὸ φυσῶδες πνεῦμα τὴν γένεσιν ἴσχει, καὶ τοῦτ' ἔμπροσθεν ἤκουσας ἐν τοῖς περὶ τοῦ παλμοῦ λόγοις. οὐ μὴν οἵ γε κατὰ γαστροκνημίαν πόνοι παραφροσύνην ἐν τούτοις σημαίνουσι· διὸ κελεύουσιν ἡμᾶς οἱ βοηθοῦντες τῇ ῥήσει προσυπακοῦσαι ‘καταπαυσάμενοι’, τοῦτ' ἔστιν ἀλόγως ἐξαίφνης ἀφανισθέντες, καὶ παρατί|