Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.586
Not analysed yet
θενται τὸν ἐγγεγραμμένον ἄρρωστον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον, ἐφ' οὗ προειπὼν Ἱπποκράτης, ὅτι "γούνατα καὶ κνήμας ἐπωδύνως εἶχε" λωφησάντων αὐτῶν ἀκολουθῆσαι παραφροσύνην φησίν. εἴρηται δέ μοι πρόσθεν, ὡς οὐ χρὴ διὰ τοιούτων ἀρρώστων παραθέσεως ἐξηγήσεις ποιεῖσθαι· πάντα γὰρ ἔσται πάντων σημεῖα κατὰ τοῦτον τὸν λόγον. ἀλλὰ καὶ τὸ τοὺς κατὰ γαστροκνημίαν πόνους γνώμης γενέσθαι παραφόρους, ἐπειδὰν ἀφανισθῶσιν, οὐ προκειμένου κατὰ τὴν ῥῆσιν τοῦ παύσασθαι τοὺς τοιούτους πόνους, ἀτοπωτάτην ἔχει τὴν ἐξήγησιν. οὕτω γὰρ ἔξεστι πᾶν ὅτι ἂν βουληθῶμεν εἰς τοὐναντίον ἕλκειν, ὥστε, κἂν κεφαλαλγίαν εὕρωμέν που γεγραμμένην, οὐ τὴν οὖσαν, ἀλλὰ παυσαμένην ἀκούειν ἡμᾶς, καὶ βῆχα καὶ δύσπνοιαν, κἂν ἦχον ὤτων κἂν ὁτιοῦν ἄλλο. |