Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.590
Not analysed yet
τι ἄλλο τοιοῦτον φαίνοιτο τῶν ἐκ τῆς κύστεως ἀποκρινομένων, ὥσπερ οὐ δυνηθέντες ἄνευ τούτων εἰπεῖν, ὃ ὁ συγγραφεὺς ἠβουλήθη κατὰ τόνδε τὸν τρόπον ἑρμηνεῦσαι· ‘ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ καὶ ὅσα ἄλλα κατ' αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα’. πάλιν κἀνταῦθα τοὺς νέους ἀναμνῆσαι ἀναγκαῖον μηδὲν τῶν ἐν οὔροις σημείων γίγνεσθαι παρακρουστικόν. ἐνδείκνυται γὰρ ταῦτα διάθεσιν μορίων ἥπατος καὶ νεφρῶν καὶ κύστεως καὶ τῶν τὸ αἷμα περιεχόντων ἀγγείων ῥώμην τε καὶ ἀρρωστίαν τῆς τοὺς χυμοὺς γεννώσης δυνάμεως. τῶν δὲ κατὰ τὸν ἐγκέφαλον παθῶν ἄλλα συμπτώματά ἐστι καὶ σημεῖα, περὶ ὧν ἔμπροσθεν ἤκουσας. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ὑπαγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι. |