Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.591
Not analysed yet
Ἡ μὲν ὑγρὰ κοιλία (λέγοιτο δ' ἂν οὕτως, ἐφ' ἧς ὑγρὰ διαχωρεῖται) καὶ ἡ κοπώδης αἴσθησις, αὐτῷ τῷ κάμνοντι δηλονότι γιγνομένη, νοσώδη μέν ἐστι συμπτώματα, παρακρουστικὰ δὲ οὐκ ἔστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν εἰρημένων, ἔνθα διῆλθον, ὅπως χρὴ γνωρίζειν τὰ δηλωτικὰ τῶν νοσημάτων ἑκάστου σημεῖα καὶ τἆλλα πάντα τὰ κατὰ τὸ σῶμα τοῦ νοσοῦντος φαινόμενα, τινὰ μὲν ἕνεκα τοῦ τὰς ἐν ἑκάστῳ νοσήματι διαφορὰς ἀπ' ἀλλήλων χωρίσαι, τινὰ δὲ χάριν τοῦ γνῶναι τὸ ἦθος ἑκάστου τῶν παθῶν ἢ τὴν ἐσομένην κρίσιν, ὁποία τέ τις ἔσοιτο καὶ ὁπότε· τήν γε μὴν διδασκαλίαν ἑκάστου τῶν συμπτωμάτων τε καὶ σημείων ἐδείκνυον οὕτω χρῆναι ποιεῖσθαι, καθάπερ ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ πεποίηκεν, ἑνὸς ἑκάστου κατὰ μόνας ἐκδιδάσκων τὴν δύναμιν ἢ πάλιν ἅμα πλειόνων ὁμοειδῶν, ὥσπερ καὶ νῦν ὁ ταῦτα γράψας ἐμνημόνευσεν κεφαλαλγικῶν, ὑπαγρύπνων, ἀσαφῶν. ἐὰν μὲν γὰρ ἀσαφεῖς ἀκούσωμεν εἰρῆσθαι τοὺς διαλεγομένους ἀσαφῶς ἤτοι διὰ τὴν τῶν διαλεκτικῶν ὀργάνων βλάβην, ἣν ἐκ τῆς τῶν νεύρων κακώσεως |