Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.592
Not analysed yet
ἔσχον, ἢ διὰ τὴν τῆς διανοίας αὐτῆς, εἴη ἂν ὁμοειδῆ τὰ τρία σημεῖα, κεφαλαλγία μὲν ἄντικρυς δηλοῦσα τὸν πεπονθότα τόπον, ἀγρυπνία δὲ τῷ γινώσκοντι κατὰ διαφερούσας ἐγκεφάλου διαθέσεις ἐγρήγορσίν τε καὶ ὕπνον ἀγρυπνίαν τε καὶ κῶμα γιγνόμενα. περὶ δὲ τῆς ἀσαφείας ἀρτίως εἶπον, ὅπως ἀκουόντων ἐστὶ παρακρουστική. ταῦτα μὲν οὖν ἐκ τοῦ γένους ἢ εἴδους, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, τῶν φρενιτικῶν ἐστι σημείων. ἐπεὶ δὲ ξηρὸν μάλιστα τὸ φρενιτικὸν πάθος ὁρῶμεν ὑπάρχον, ὅσα συμπτώματα ξηρότητος ἐν τοῖς πλησίον τῆς κεφαλῆς ὀργάνοις ἐστὶν ἢ καθ' ὁντινοῦν αὐτῇ τρόπον κοινωνοῦσιν, καὶ ταῦτα συνενδείκνυται τὴν μέλλουσαν ἔσεσθαι παραφροσύνην, ὧν σημείων κατὰ τὴν ἐν τῇ προκειμένῃ ῥήσει νόσον εἴρηται τὸ διψώδει, τὸ δὲ κοπώδει διὰ τὸ πολλαχῶς γίγνεσθαι τὸν κόπον, ὡς ἐν τοῖς Ὑγιεινοῖς δέδεικται, σαφὲς ἡμῖν οὐδὲν ἄλλο δηλοῖ. τοῦ μὲν οὖν ἑλκώδη τὴν αἴσθησιν ἔχοντος κόπου διὰ χυμοὺς δακνώδεις τε καὶ δριμεῖς γινομένου, τοῦ δὲ τονώδη διὰ πλῆ|