Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.594
Not analysed yet
ὅλως εἰς τὴν τοῦ παρακοπτικοῦ πάθους πρόγνωσιν συντελεῖ, καθάπερ οὐδ' εἰς τὴν τοῦ μεγέθους αὐτοῦ γνῶσιν. εἰπὼν γάρ ἐλπὶς ἐκστῆναι, παρακοπτικὸν μὲν ἐδήλωσεν ἔσεσθαι πάθος, οὐ μὴν μικρὸν ἢ μέγα τοῦτο. πόθεν οὖν ἔλαβεν αὐτοῦ τὸ μέγεθος; οὔτε γὰρ ἰώδης ἔμετος οὔτε μέλας οὔτ' οὖρον οὔτε διαχώρημα τοιοῦτον φαίνεται γεγονός, ὥσπερ οὐδὲ τῶν ἄλλων, ὅσα προείρηκεν αὐτὸς ἐκστάσεως σημεῖα. οὐ τοίνυν τὴν εἰρημένην ἄρτι συνδρομὴν ἐλπίζομεν εἰς φρενῖτιν τελευτῆσαι καὶ κινδυνώδη φρενῖτιν, ἐπειδὴ προσέθηκεν ἀδυνάτῳ· τοιαύτην δ' ἕπεσθαι φρενῖτιν, ὡς ἐκστῆναι, μήτ' αὐτὸς προσδοκήσῃς μήτ' ἄλλῳ προειπεῖν τολμήσῃς. ἐνδέχεται γὰρ ποτὲ μὲν γενέσθαι καὶ τοιαύτην, ἀλλ' οὐκ ἐκ τῶν σπανίων σημείων ἡ πρόγνωσις, ἀλλ' ἐκ τῶν ἤτοι διηνεκῶν ἢ πλειστάκις ἀληθευόντων γίνεται. βουλόμεθα γὰρ ἐν ταῖς προρρήσεσι μάλιστα μέν, εἰ οἷόν τε, διὰ παντὸς ἐπιτυγχάνειν, ὡς