Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.595
Not analysed yet
ἐάν γέ τις ὀκτάκις ἀποτυχὼν ἐπι|τύχῃ δίς, ἰδιώτου φαυλότερός ἐστιν· δύναται γοῦν ἰδιώτης ἐπὶ τῶν νοσούντων ἀποφαινόμενος ἀεὶ τὸ ἐπελθόν, ἐὰν εὐτυχῇ, πλεονάκις ἀληθεύειν ἢ ψεύδεσθαι. Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν ὑποδύσφοροι, κακόν, ἄλλως τε καὶ ἐπ' οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα κακόν. Καὶ χωρὶς μὲν τῶν ἄλλων ὀλέθριόν ἐστι τὸ μέλαν οὖρον, εἰ δὲ κἀκεῖνα προστεθῇ, συνεπαυξήσει τὸ πλεῖστον τῆς προγνώσεως. τὸ δὲ θολερὸν πνεῦμα τί ποτε δηλοῖ, τῶν ἀσαφῶν ἐστιν, καὶ μάλιστα, ὅτι μήτ' ἐν τῷ Προγνωστικῷ μήτ' ἐν Ἀφορισμοῖς μήτ' ἐν ἄλλῳ τινὶ τῶν γνησίων ὁ Ἱπποκράτης συγγραμμάτων εἴρηκε πνεῦμα θολερόν, ὥσπερ οὖρον. ἀλλὰ τὸ μὲν οὖρον ὁποῖόν ἐστιν τὸ θολερὸν ἡμεῖς τε νοοῦμεν ἀκούοντες ἑκάστοτε τῶν ἀνθρώπων λεγόντων θολερὸν ὕδωρ καὶ ὁ Ἱπποκράτης ἐδίδαξεν |