Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.598
Not analysed yet
τοῖς ἐπὶ πολὺ κεκενωμένοις ἐν κινδύνῳ καθεστάναι νόμιζε μηδεμιᾶς αὐτοῖς γεγενημένης ἀξιολόγου κενώσεως. ἡ δὲ κατὰ τὴν δύναμιν ἀρρωστία, ὅταν ἐπὶ μηδεμιᾷ φανερᾷ κενώσει γένηται, πλῆθος ἐνδείκνυται βαρῦνον ἢ δυσκρασίαν μιᾶς τῶν ἀρχῶν. τριῶν δὲ οὐσῶν, ὡς ἔμαθες, τῶν ἀρχῶν, τῆς μὲν τῶν προαιρετικῶν ἐνεργειῶν ἐγκεφάλου, τῆς δὲ τῶν ζωτικῶν ὀνομαζομένων καρδίας, τῆς δὲ περὶ τὴν τροφήν, ἃς δὴ καὶ φυσικὰς ὀνομάζουσιν, ἥπατος, ἡ τῆς φυσικῆς καὶ ζωτικῆς δυνάμεως ἀρρωστία χειρίστη τέ ἐστι καὶ διὰ ταχέων ἀναιρεῖ. συγκαταλύεται γὰρ αὐτῇ καὶ ἡ κατὰ τὸν ἐγκέφαλον εὐθέως. ἐκείνης μέντοι πασχούσης οὐκ εὐθέως ἡ καρδία βλάπτεται. μεμάθηκας δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐν πολλαῖς τῶν ἡμετέρων πραγματειῶν. Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσαι, μυκτὴρ ἐπὶ τούτοις ῥηγνύμενος, κακόν. |