Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.597
Not analysed yet
τοῦ ο γεγραμμένον θολερὸν τὸ δυσῶδες ἤκουσαν ἔνιοι, καθάπερ ἄλλοι τὸ βραγχῶδες, ἄλλοι δ' αὖ τὸ τεταραγμένον, ὡς δύσπνοιαν ὑπ' αὐτοῦ δηλοῦσθαι, καθάπερ κἂν εἰ οὕτως εἶπεν· ‘καὶ δύσπνοια δὲ ἐπὶ τούτοις κακόν’. οὐ μὴν ἔοικεν ὁ συγγραφεὺς ἁπλῶς δύνασθαι δηλῶσαι δύσπνοιαν, ἀλλά τινα μίαν ἐν αὐτῇ διαφοράν. εἴτε γὰρ διὰ τοῦ α θαλερὸν εἴτε διὰ τοῦ ο θολερὸν εἴη γεγραμμένον, ἐμφαίνεται τῇ προσηγορίᾳ δηλῶσαι βουλόμενος ἓν εἶδος δυσπνοίας, οὐχ ἁπλῶς πᾶσαν δύσπνοιαν. Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι οὐκ ἐούσης κενεαγγείης κακόν. Οὔτε τὸ λεγόμενον ἀσαφὲς οὔτε τὴν αἰτίαν αὐτοῦ χαλεπὸν εὑρεῖν. αὐτὸ μὲν γὰρ τὸ λεγόμενον ἔστι τοιοῦτον· τοὺς ἀδυνάτους καὶ ἀρρώστους κατὰ τὰς ἐνεργείας ὁμοίως |