Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.602
Not analysed yet
τὸν νωτιαῖον αὐτόν, ἔτι δῆλον ἅμα τῷ προσγενέσθαι τι γνώρισμα καὶ ἄλλο. τοῦ γὰρ νωτιαίου παθόντος αἴσθησις ἔσται ναρκώδης ἐν τοῖς μορίοις ἐκείνοις, ὅσα τοῦ πεπονθότος ἐκφύεται. ἔμαθες δὲ ἀπὸ τῆς τῶν τοῦ νωτιαίου νεύρων ἀνατομῆς τά τε καθ' ἕκαστον σπόνδυλον ἐκφυόμενα νεῦρα τά τε τοῦ σώματος μόρια, εἰς ἃ διασπείρεται. ἐὰν οὖν τί σοι γνώρισμα τοῦ νωτιαίου πεπονθότος γένηται, καὶ τρόμον ἔλπιζε καὶ πᾶν ἄλλο πάθος ἔσεσθαι νεύρων. ἓν δέ τι τούτων ἐστὶ καὶ ἡ τῆς τρομώδους φωνῆς βλάβη· τὸ γὰρ ὡς ἐν ῥίγει τὴν τρομώδη φωνὴν δηλοῖ. Ἄκρεα ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν. καὶ δίψα τοιαύτη πονηρόν. Ἔνιοι τῇ προγεγραμμένῃ ῥήσει συνάπτουσι τὴν νῦν εἰρημένην καὶ διὰ τοῦτο μετὰ τοῦ δέ συνδέσμου γράφουσιν αὐτὴν κατὰ τόνδε τὸν τρόπον· ἄκρεα δὲ ἐπ' ἀμφότερα |