Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.603
Not analysed yet
ταχὺ μεταπίπτοντα κακόν. ἔστι δὲ τὰ κατ' αὐτὴν λεγόμενα τῆς προειρημένης συνδρομῆς ἀφωρισμένα. διὸ καὶ ὁ συγγραφεὺς ἅμα ἐκείνοις αὐτὰ γεγραφώς, καθάπερ καὶ ἄλλα πολλά, συνῆψεν ἀλλήλοις οὐκ ἀναγκαίαν ἔχοντα κοινωνίαν. ἡμᾶς οὖν αὐτῶν τὴν ἐξήγησιν ἰδίᾳ χρὴ ποιεῖσθαι. μεταπίπτοντα γὰρ ἐπ' ἀμφότερα ῥᾳδίως τὰ τοῦ σώματος ἄκρεα πονηρόν ἐστι σημεῖον. ἄκρεα δὲ δηλονότι πόδες καὶ χεῖρές εἰσιν καὶ ὦτα καὶ ῥίς, ἃ δὴ κἀν ταῖς μετὰ καταψύξεως εἰσβολαῖς τῶν παροξυσμῶν ἁπάντων πρῶτα ψύχεται. τὸ δ' ἐπ' ἀμφότερα δῆλον ὅτι θερμασίαν τε καὶ ψύξιν λέγει. κατὰ φύσιν μὲν οὖν ἐχόντων ἡμῶν εὐκράτως διάκειται τὰ τοῦ σώματος ἄκρεα μηδεμιᾶς ἐξαιφνιδίου γενομένης μεταβολῆς ἐν αὐτοῖς. εἰ γὰρ καὶ ὅτι μάλιστα χειμῶνος μὲν εἴη ψυχρά, θέρους δὲ θερμά, κατὰ βραχὺ τὴν τοιαύτην ἴσχει μεταβολὴν οὐ διὰ ταχέων οὐδ' ἰσχυράν, ὡς ἤτοι κρυστάλλῳ παραπλησίως ἐψῦχθαι χειμῶνος ἢ τοῖς παρὰ πυρὶ πολλῷ θαλφθεῖσιν ἐοικέναι τοῦ θέρους. ἐν δέ γε ταῖς κακοηθε|