Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.604
Not analysed yet
στάταις νόσοις ἡ μετάπτωσις αὐτῶν ἐν ὥρᾳ μιᾷ γίνεται πρὸς τἀναντία, ποτὲ μὲν ὡς ἐν χειμῶνι ψυχρῶν γινομένων, ποτὲ δὲ ὡς ἐν θέρει θερμῶν. καὶ συμβαίνει τὸ τοιοῦτον, τὴν μὲν οἰκείαν θερμασίαν οὐκ ἐχόντων αὐτῶν, ὑπὸ δὲ τῆς πυρεκτικῆς θερμαινομένων, ἥτις ἀπὸ τῶν μέσων τοῦ σώματος ἀρξαμένη <τῷ> παραπλησίως φλογὶ πᾶν ἐπινέμεσθαι τὸ σῶμα συνεκθερμαίνει τὰ πέρατα, διαπνευσάσης δ' αὐτῆς εὐθέως ψυχρὰ γίνεται τῆς ἐμφύτου θερμασίας ἐσβεσμένης. καὶ δίψα δέ, φησίν, ἡ τοιαύτη κακόν. εὔδηλον δ' ὅτι τοιαύτην λέγει τὴν ἐπὶ τἀναντία μεταπίπτουσαν ἐν τάχει παραπλησίως τοῖς ἄκροις. ἐπὶ δὲ τἀναντία μετάπτωσις γίνεται δίψης, ὅταν διψῶν ὀλίγον ἔμπροσθεν ἄδιψος ἐν τῷ παραυτίκα γενήσεται, καὶ μετ' ὀλίγον αὖθις διψῶν ἔσται, μὴ παυομένης δηλονότι τῆς διψώδους διαθέσεως. ἀδύνατον γὰρ ὀλίγον ἔμπροσθεν ἰσχυρῶς ἐξηραμμένον τὸν ἄνθρωπον ὑγρανθῆναι τελέως, ὡς ἄδιψον γενήσεσθαι. τί ποτ' οὖν ἐστι τὸ συμβαῖνον ἐπὶ τῶν οὕτως ἐχόντων; ὅπερ κἀπὶ τῶν δι' ὅλης ἡμέρας τε καὶ νυκτὸς |