Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.606
Not analysed yet
Καὶ τούτου τοῦ λόγου γενικώτερος ἄλλος ἐστὶν περιέχων οὐ τοῦτον μόνον, ἀλλὰ καί τινας ἄλλους πολλούς· τὸ γὰρ παρὰ τὴν οἰκείαν φύσιν ἅπαν κακὸν γένος τούτων τε καὶ ἄλλων πολλῶν λόγων ἐστίν. ὅτῳ μὲν γὰρ ἡ οἰκεία φύσις κόσμιος, οὗτος οὐ μόνον ἐν ἀκόσμῳ παραφρονήσας ὀλεθρίως ἔχειν ἐνδείκνυται τὴν διάθεσιν, ἀλλὰ καὶ θρασέως ἀποκρινόμενος ἐγγὺς ἥκει φρενίτιδος· ὅτῳ δ' ἔμπαλιν ἀπόκρισις κόσμιος ἐν τῷ φύσει θρασεῖ, τούτῳ καταφορὰν ἢ λήθαργον ἐλπίζειν ἔσεσθαι. Φωνὴ ὀξεῖα, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. Κατὰ φύσιν μὲν ἦν εἰπεῖν ‘οἷς ὀξύνεται νοσοῦσιν ἡ φωνή, τούτων ἕλκεται τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν’, ἀλλ' οὐκ οἶδ' ὅπως χαίρει ταῖς ἀλλοκότοις ἑρμηνείαις ὁ τοῦ βιβλίου συγγραφεύς. ἐάσαντες