Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.607
Not analysed yet
οὖν τὴν περὶ τοῦτο |σπουδὴν ἐπὶ τὴν τῶν εἰρημένων διάνοιαν ἔλθωμεν οὐδ' αὐτὴν μὲν οὖσαν καθόλου παραπλησίως ταῖς πολλαῖς τῶν κατὰ τοῦτο τὸ βιβλίον εἰρημένων, ἀληθῆ δ' ἂν ὧδέ πως λεχθησομένην· ‘πολλοῖς τῶν ὀξυφωνούντων ἐν ταῖς νόσοις τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν ἕλκεται’. τοῦτο γὰρ δηλονότι σημαίνει τὸ εἰρύαται, οὐκ αὐτοῦ τοῦ ὑποχονδρίου προστρέχοντος τοῖς εἴσω κατά τινα διάθεσιν ἰδίαν, ἀλλ' ἐκείνων ἑλκόντων αὐτὸ μᾶλλον. τὸ γάρ τοι διάφραγμα τοῦ τοιούτου συμπτώματος αἴτιόν ἐστιν ἤτοι φλεγμαῖνον ἢ ξηραινόμενον ὑπὸ τῆς πυρώδους θερμότητος ἢ ἀνασπώμενον ὑπὸ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, αὐτοῦ πάλιν ἐκείνου διὰ φλεγμονὴν ἢ ξηρότητα τεινομένου. καὶ οἱ μὲν πολλοὶ τῶν ἰατρῶν ἐν τοῖς συνεδρεύουσι τῇ φρενίτιδι καὶ τὸ ἀνεσπασμένον ὑποχόνδριον ἔγραψαν· καὶ γὰρ καὶ φαίνεται τοῖς πλείστοις αὐτῶν οὕτω διακείμενον· ἀλλ' ἡ προκειμένη ῥῆσις οὐκ ἀνεσπάσθαι τὰ ὑποχόνδριά φησιν, ἀλλ' εἴσω ἕλκεσθαι. σὺ δ' εἰ βούλει τελέως ἀληθεύειν, ἐξ ἡμίσεος ἀμφότερα συνθεὶς ἐρεῖς εἴσω τε καὶ ἄνω |