Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.608
Not analysed yet
τὸ ὑποχόνδριον ἕλκεσθαι, καὶ τοῦτο εἰκότως γίνεσθαι διὰ τὴν τοῦ διαφράγματος θέσιν λοξὴν οὖσαν. ἄρχεται γὰρ ἀπὸ τοῦ κατὰ τὸ στέρνον πέρατος, ἐντεῦθεν δὲ κατὰ βραχὺ λοξούμενον εἴσω τε καὶ κάτω πρὸς τὴν ὀσφὺν ἀφικνεῖται, ὥστε τὸ πλεῖστον μὲν αὐτοῦ τῆς ὅλης οὐσίας ὑποκεῖσθαι κατὰ τὸ βάθος τῶν ὑποχονδρίων, τὴν δ' ἄνωθεν ἀρχὴν ὑψηλοτέραν εἶναι. καὶ τοίνυν διὰ ταῦτα φαίνεται πρὸς τὴν εἴσω τε καὶ ἄνω χώραν ἑλκόμενον· εἰ δὲ παραβάλλοις ἀλλήλοις ταῦτα, πλέον εἴσω μεθεστὼς ἢ ἄνω σοι φανεῖται. τὴν οὖν φωνὴν παρὰ φύσιν ὀξυνομένην διά τε τὴν τῶν ὀργάνων ξηρότητα καὶ φλεγμονὴν τῶν μυῶν καταλιπών, ἐπειδὴ κυνάγχη τὸ πάθος τοῦτο προσαγορεύεται, περὶ τῆς ὀξυνομένης ἐν ταῖς ἄλλαις νότοις φωνῆς ἀπεφήνατο λέγων· εἰρύαται κατὰ ταύτας εἴσω τὰ ὑποχόνδρια. δέδεικται μὲν οὖν ἐν τοῖς Περὶ φωνῆς ἐπὶ στενότητι τῶν φωνητικῶν ὀργάνων ὀξυνομένη φωνή. καὶ διὰ τοῦτο εὐνοῦχοί τε καὶ παῖδες καὶ γυναῖκες ὀξυφωνοῦντές εἰσιν. ἀλλ' ἐν τοῖς πυρετώδεσι νοσήμασιν ἡ ξηρότης ἐργάζεται τὴν στένωσιν αὐτῶν. |