Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.617
Not analysed yet
δύνωνται κακίαν καὶ ἀρετὴν ἐξηγήσεως. ἐπεὶ τοίνυν ἀδύνατόν ἐστιν ἐκφυγεῖν τὴν μέμψιν ἢ ὡς μηκύναντα περιττῶς ἢ ὡς παραλιπόντα τι τῶν χρησίμων, εἱλόμην θάτερον, ὃ τοῖς ἀναγνωσομένοις τὰς ὑπ' ἐμοῦ γεγραμμένας ἐξηγήσεις ὠφελιμώτερον ἔσεσθαι πέπεισμαι. Τὰ τελευτῶντα ὑποχωρήματα εἰς ἀφρώδεα ἄκρητα παροξυντικά. Οὐκ οἶδ' ὅπως οἱ ἐξηγησάμενοι τὸ βιβλίον ὥσπερ ἄλλων πολλῶν παρακηκόασι λέξεων, οὕτω καὶ τῆσδε. τελευτῶντα γὰρ εἰπόντος αὐτοῦ τὴν ἐξήγησιν οὗτοι ποιοῦνται ‘διαχωρημάτων ἀφρωδῶν ἀκράτων’. οὐ ταὐτὸν δέ ἐστιν ἢ ᾧ τὰ τοιαῦτα διαχωρεῖται παροξυνθήσεσθαι τὴν νόσον ἢ ᾧ τελευτήσονται αἱ διαχωρήσεις εἰς τὰ τοιαῦτα. μοχθηρᾶς μὲν οὖν ἐστιν διαθέσεως γνωρίσματα τὰ ἀφρώδη καὶ τὰ ἄκρητα μεμνημένων ἡμῶν ἄκρατα καλεῖσθαι διαχωρήματα |