Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.618
Not analysed yet
τὰ μόνον ἕνα τὸν ἀποκρινόμενον ἔχοντα χυμὸν ἄμικτον ἑτέροις. οὐ μὴν τοῖς ἐκκρίνουσι τὰ τοιαῦτα παροξυνθῆναι τὴν νόσον ἀναγκαῖόν ἐστιν, ἀλλ' ἐγχωρεῖ καὶ λωφῆσαι κατὰ βραχὺ πεττομένης τῆς διαθέσεως, ἐφ' ᾗ τὰ τοιαῦτα ἐξεκρίνετο. πότε οὖν ἀναγκαῖον παροξυνθήσεσθαι τὴν νόσον; ὅταν τὰ διαχωρήματα πρὸς τῷ μὴ παύεσθαι τὴν μεταβολὴν εἰς ἀφρώδη τε καὶ ἄκρατα ποιήσηται· χείρονα γὰρ ὄντα τῶν ἔμπροσθεν ἐκκρινομένων ταῦτα παροξυνθήσεσθαι δηλοῖ. Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες κάκισται. Τὰ ὀξέα νοσήματα γίνονται ἐπὶ θερμοτέραις ὕλαις· ἐὰν οὖν ἐπίσχεσις τῶν οὔρων ἐκ καταψύξεως γένηται τῆς κύστεως, κακόν. δηλοῖ γὰρ ἐκ τῆς τοιαύτης δυσκρασίας ἀτονίαν γενέσθαι τῆς ἀποκριτικῆς ἐν τῇ κύστει δυνάμεως ἢ ἀναισθησίαν διὰ τὸ καταψυχθῆναι τὸ ἐν αὐτῇ νεῦρον καὶ |