Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.621
Not analysed yet
σύμπτωμα ἐργάζεται, μετὰ δὲ τέτταρας ἢ ἓξ μῆνας ἢ καὶ πλείονα χρόνον ἀναιρεῖ τὸν ἄνθρωπον. ἴσμεν δ' ἐνίους καὶ τῶν ὑπὸ κυνὸς λυττῶντος δηχθέντων ὕστερόν ποτε δείσαντάς τε τὸ ὕδωρ καὶ τελευτήσαντας ἀπὸ τῆς πρώτης ἀρχῆς, ἐν ᾗ δηχθέντες ἔτυχον, μετὰ δύο μῆνας ἢ τρεῖς ἢ τέτταρας ἢ πολὺ πλείους· οἶδα γοῦν τινα καὶ μετ' ἐνιαυτὸν εἰς τοῦτο δὴ τὸ πάθος, ὃ καλοῦσιν ὑδροφόβον, ἐμπεσόντα, περὶ οὗ πᾶσι τοῖς ἰατροῖς ἔδοξεν ἐσχάτη γίνεσθαι ξηρότης ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις ἅμα τῷ καὶ τὴν κατὰ φύσιν θερμασίαν παρηυξῆσθαι τετραμμένην ἐπὶ τὸ πυρῶδες. ταύτην οὖν τὴν διάθεσιν ὁ τοῦ κυνὸς ἰὸς ἐργάζεται πολλῷ χρόνῳ, κατὰ βραχὺ δηλονότι, καὶ διὰ τοῦτό γ' ἐστὶν ἀνιατότερον, διότι τῶν στερεῶν μορίων ἡ οὐσία μεταβάλλεται, καθάπερ εἴωθεν κἀν ταῖς καλουμέναις λεύκαις γίνεσθαι. ἄχρι μὲν γὰρ ἐντός ἐστιν ἡ παρὰ φύσιν διάθεσις, ἀλλοιούντων μὲν αὐτῶν τὰ στερεὰ σώματα, μηδέπω δ' αὐτῶν ἠλλοιωκότων, ἅμα τῷ κενωθῆναι ταῦτα καὶ ἡ τῶν στερεῶν ἀλ|