Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.622
Not analysed yet
λοίωσις παύεται ποτὲ μὲν ἡμέρᾳ μιᾷ, ποτὲ δὲ καὶ θᾶττον εἰς τὸ κατὰ φύσιν ἐπανερχομένων. γιγνομένη γὰρ ἡ διάθεσις καὶ οὔπω γεγονυῖα συντόμως ἀποκαθίσταται τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος. συμπληρωθείσης δ' αὐτῆς, κἂν ἐκκενωθῇ τὰ ποιήσαντα τὴν διάθεσιν ὑγρά, πλέον οὐδὲν εἰς ὑγείας λόγον. ὅμοιον γάρ τι συμβαίνει τῷ γιγνομένῳ περὶ τὰ ξύλα τὰ πλησίον τοῦ μαλθακοῦ κείμενα πυρός. θερμαίνεται μὲν γὰρ μέχρι πολλοῦ, καίεται δὲ οὐδέπω. κἂν φθάσῃς ἀποχωρίσαι τοῦ πυρὸς αὐτά, πρὶν ἄρξασθαι καίεσθαι, ταχέως ἀποτίθεται τὴν γεγονυῖαν αὐτοῖς θερμότητα. δεξάμενα δ' εἰς ἑαυτὰ τοσοῦτον, ὡς ἄρξασθαι καίεσθαι, κἂν ἀπαχθῇ τοῦ πυρός, οὐδὲν ἧττον καίεται. κἂν εἰς αὐτὸ δὲ τὸ πῦρ τὸ ξύλον ὑγρὸν ἔλθῃ, οὐκ εὐθέως ἅπτεται, καθάπερ εἰ στυππεῖον ἐνθείης ἢ κάλαμον ξηρὸν ἢ θρυαλλίδα, καὶ εἰ μετὰ βραχὺ βαστάσειας τὸ τοιοῦτον ξύλον, ἀποθήσεται τὴν ἐκ τοῦ πυρὸς ἐν αὐτῷ γενομένην ἀλλοίωσιν οὐ μετὰ πολὺν χρόνον. οὔκουν ἀπεικὸς καὶ γεννηθῆναι κατὰ βραχὺ τοιοῦτον ἐν τῷ σώματι χυμόν, |