Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.625
Not analysed yet
Τὰ ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα κακόν. κακὸν δὲ καὶ οὖρα τοιαῦτα· ἆρα τούτοισιν ἧπαρ ἐπώδυνον; Τὸ πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένον ἐρῶ καὶ νῦν· ὁ συνθεὶς τὸ βιβλίον τοῦτο φαίνεται μὲν ἀπὸ τῆς αὐτῆς ὢν Ἱπποκράτει τῷ μεγάλῳ τέχνης, ἀπολείπεται δ' αὐτοῦ πάμπολυ, καὶ διὰ τοῦτο ἐνίοις μὲν ἔδοξεν τοῦ Δράκοντος Ἱπποκράτους, ἐνίοις δὲ τοῦ Θεσσαλοῦ τὸ σύγγραμμα τοῦτο εἶναι· δύο γὰρ υἱεῖς τοῦ μεγάλου Ἱπποκράτους ὁμολογοῦνται γεγενῆσθαι, Δράκων καὶ Θεσσαλός, ὧν ἑκατέρου πάλιν Ἱπποκράτης. εἴτ' οὖν ὑπὸ θατέρου τούτων, εἴτε καὶ ὑπ' ἄλλου τινὸς ἐγράφη τὸ βιβλίον, εἴτ' ἔφθασεν ὁ γράψας αὐτὸ πρὶν ἐκδοῦναι τοῖς Ἕλλησιν ἀποθανεῖν, περιττόν ἐστιν ἔργον ζητεῖν· ἱκανὰ γὰρ καὶ τὰ νῦν εἰρημένα περὶ αὐτοῦ. σπούδασμα δ' ἔστω τοῖς ἀναγινώσκουσιν αὐτὸ τὴν διάνοιαν τῶν λεγομένων ἐξετάζειν. ἡ δὲ ἐξέτασις ἔστω διττή, πρός |