Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.626
Not analysed yet
τε τὴν τῶν ὁμολογουμένων Ἱπποκράτους βιβλίων καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν ἀναφερόντων ἡμῶν, ὅ τι περ ἂν αὐτῷ λέγηται. καὶ νῦν αὐτὸ τὸ προκείμενον οὕτως ἐξετάσωμεν, ὡς ἐπιπλέκοντος ἐνίοτε συμπτώματα τοῦδε τοῦ ἀνδρός, ὧν ἑκάστου καθ' ἑαυτὸ τὴν δύναμιν ἐμάθομεν ἐν τῷ Προγνωστικῷ. τὰ γὰρ ἔκλευκα καὶ τὰ ἀφρώδη διαχωρήματα μοχθηρὰ λέλεκται κατ' ἐκεῖνο τὸ βιβλίον. ἀλλὰ καὶ ὅτι ‘κινδυνεύουσιν ἐν ταῖς νόσοις ἧττον, οἷς ἂν οἰκείη τῆς φύσεως ἡ νοῦσος ᾖ’, μεμαθήκαμεν ἐν τοῖς Ἀφορισμοῖς, ὥσθ' ὅσοις ἂν μὴ οἰκεία τύχῃ, μᾶλλον οὗτοι κινδυνεύουσιν. τοῖς οὖν χολώδεσιν εἴτ' ἀνθρώποις εἴτε νοσήμασι χολῶδες διαχωρεῖν ἢ οὐρεῖν οἰκεῖον, ἄχολα δὲ καὶ λευκὰ παρὰ τὴν φύσιν αὐτῶν ἐστιν καὶ διὰ τοῦτο μοχθηρά. ἀφρώδη δὲ διαχωρεῖν ἁπάσαις φύσεσι κακόν. εἰ μὲν δὴ ταῦτ' εἴρητο μόνα κατὰ τὴν προκειμένην ῥῆσιν, οὐδὲν ἂν ἦν ζήτημα, προσκειμένου δὲ τοῦ περίχολα μέγιστον γίνεται ζήτημα. πῶς γὰρ χολώδεά τε ἅμα καὶ ἔκλευκα διαχωρεῖσθαι δυνατόν ἐστιν; ἐγὼ μὲν οὖν νομίζω καὶ ταύτην τὴν λέξιν |