Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.630
Not analysed yet
πτῶσιν ἀκούειν συντάττοντας τῷ ἐξίστανται τὸ σιγῇ· κατὰ δοτικὴν δὲ πτῶσιν ἀκουόμενον τὸ σιγῇ οὐκέτι αὐτὸ σημαίνει μόνον τὸ ‘ἐξίστανται μετὰ σιγῆς, πάνυ κακόν’· δῆλος γάρ ἐστιν πάλιν ὑποτάξας τὸ σιγῇ τῷ ὀλέθριον, ὅπερ ἀκουστέον ἀντὶ τοῦ λεληθότως τε καὶ ἀδήλως τοῖς πολλοῖς. γιγνομένων οὖν ἀφωνιῶν κατὰ πολλοὺς τρόπους, ὡς δέδεικται, νῦν οὗτός φησιν τὴν σπασμώδη τρόπον γιγνομένην ἀφωνίαν εἰς τὴν μετὰ σιγῆς ἔκστασιν τελευτᾶν· τίνων τοίνυν σπασμώδη τρόπον ἀκούσωμεν; εἴποι τις <ἄν>· τῶν φωνητικῶν ὀργάνων, ἃ καὶ τῷ παραλελύσθαι καὶ τῷ μηδ' ὅλως ὑπὸ τῆς προαιρέσεως κινεῖσθαι τῆς ἀφωνίας αἴτια γίγνεται. τούτων οὖν τὴν διάθεσιν ἀφορίζων τὴν σπασμώδη διὰ τοῦτο εἶπεν· αἱ ἐν πυρετοῖς ἀφωνίαι σπασμώδεα τρόπον. αὗται τοίνυν οὐ μετὰ θορύβου καὶ κραυγῆς (οὐ γὰρ δύνανται φωνεῖν οἱ ἄφωνοι γεγονότες), ἀλλὰ μετὰ σιγῆς εἰς ἔκστασιν ἀφικνοῦνται, καὶ ζήτημα οὐδέν ἐστι, πῶς ἐξίστανται μετὰ |