Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.631
Not analysed yet
σιγῆς οἱ μηδ' ὅλως φωνεῖν δυνάμενοι. πόθεν οὖν, φασίν, γνῶμεν αὐτοὺς ἐξισταμένους; γελοιότατον ἐρωτῶντες ἐρώτημα, μόνοις πρέπον ἐκείνοις ἐρωτᾶν, ὅσοι μηδέποτε ἑωράκασι βεβλαμμένους τὴν διάνοιαν ἀνθρώπους. κἂν γὰρ μὴ φθέγγωνται, τὸ μὴ βλέπειν αὐτοὺς προσηκόντως τοὺς συνήθεις μήτ' ἐρωτωμένους ἃ πεπόνθασιν λέγειν ἢ διὰ γραφῶν ἢ νευμάτων ἐνδείκνυσθαι <κινεῖσθαί> τε κινήσεις ἀλόγους ἀναπηδῶντας ἢ ἐσπασμένους ἀτάκτως ἐνδεικτικόν ἐστιν τῆς παραφροσύνης αὐτῶν. κἂν ἰσχυρῶς ἐκστατικὸν τούτων γένηται τὸ πάθος, οὐ παραφροσύνην ἁπλῶς, ἀλλ' ἔκστασιν εἰκότως ὀνομάζομεν. Αἱ ἐκ πόνου ἀφωνίαι δυσθάνατοι. Τὸ δυσθάνατοι σημαίνει μέν ποτε καὶ τὸ βραδυθάνατοι, σημαίνει δὲ καὶ τὸ σὺν ὀδύνῃ θνῄσκειν, ὅπερ εὔ|