Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.636
Not analysed yet
εἰ δὲ καὶ πολὺς ἱδρὼς γί|γνοιτο μὴ λύων τὸν πυρετόν, εὔδηλον ὅτι καταλυθήσεται ταχέως ἡ τοῦ κάμνοντος δύναμις. Καὶ οὖρα δ' ἐπίπονα πονηρόν. Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων οὖρα πέπονα γέγραπται καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον οὕτως ἴσασι γεγραμμένον, ὅτι μὴ Ῥοῦφος ὁ Ἐφέσιος, ἀνὴρ φυλάσσειν μὲν ἀεὶ πειρώμενος τὰς παλαιὰς γραφάς, ἐνταυθοῖ δὲ ἐπιτιμῶν Ζεύξιδι τῷ παλαιτάτῳ ἐμπειρικῷ τῷ εἰς ἅπαντα τὰ Ἱπποκράτους βιβλία γεγραφότι ὑπομνήματα, τάδε φησὶν αὐτοῖς ὀνόμασι· "Ζεῦξις δέ, εἰ ἄρα δεῖ καὶ τούτου μνημονεῦσαι, κατὰ πολὺ διαφεύγων τὸ ἀσύνετον ἐνταῦθα διαπέφηνεν· περιπεσὼν γὰρ ἁμαρτήματι ἐφύλαξεν αὐτό. βούλεται γὰρ γεγράφθαι τὸ οὖρα πέπονα, ὡσεὶ καὶ ‘οὖρα πυώδη καὶ πάχος ἔχοντα μοχθηρόν’, οὐκ εἰδὼς τοῦθ' ὅτι ταῦτ' ἐν |