Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.635
Not analysed yet
τῷ τὴν αἴσθησιν ἠμαυρῶσθαι. τοῦτο γιγνόμενον οὐκ ἀγαθόν ἐστι σημεῖον. ἐὰν δὲ γλώττης ξηρᾶς μενούσης καὶ τῶν οὔρων ἀπέπτων ὄντων ἡ δίψα παύσηται, βεβαιότερον ἔτι διαγνώσῃ τὴν κακίαν τῆς διαθέσεως· ἐὰν δὲ καὶ χωρὶς τοῦ τὸν ἰατρὸν ἐπιθεῖναί τι τῶν ψυχόντων τε καὶ ὑγραινόντων ἔξωθεν, ἔτι καὶ μᾶλλον, <ἐπειδὴ> τὰ τοιαῦτα τὴν ἐν ὀξέσι νοσήμασι δίψαν οὐ παύειν, ἀλλὰ πραΰνειν πέφυκεν. παντοίως δὲ κακὸν τὸ παύεσθαι τελέως τὴν δίψαν ἐν ὀξέσι νοσήμασι. καί μοι μέμνησο τῶν εἰρημένων ἄρτι [τῷ] τοῦ παραλόγως λύεσθαι παραδειγμάτων, ὅπως μὴ πολλάκις αὐτῶν χρῄζῃς ἀκούειν. Ἱδρὼς πολὺς ἅμα πυρετοῖς ὀξέσι γινόμενος φλαῦρος. Τῷ πολὺς μάλιστα πρόσεχε τὸν νοῦν, ἐπεί τοι πολλάκις ἐν ὀξέσι νοσήμασιν ἱδροῦντες ἀεὶ μετρίως χρονίζουσι μέν, οὐ μὴν ἀποθνῄσκουσιν.