Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.642
Not analysed yet
ζοντας χυ|μούς. ὅτι δὲ οἱ συνεχῶς κενούμενοι χείρους εἰσὶ τῶν διαλειπόντων, εὔδηλον παντί. πολλοὶ μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον τοῦτο μίαν ῥῆσιν ἐξ ἁπάντων ποιοῦνται τῶν ἀπὸ τῆσδε τῆς ἀρχῆς προειρημένων "ἱδρὼς πολὺς ἅμα πυρετοῖσιν ὀξέσι γινόμενος φλαῦρον" ἀλλήλοις ἅπαντα συνῆφθαι βουλόμενοι ἄχρι τοῦ ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων, ὡς ἐφ' ἑνὸς ἀρρώστου μίαν συνδρομὴν ἡγεῖσθαι τῶν γεγραμμένων μεταξὺ τῆς ἀρτίως ἀρχῆς εἰρημένης καὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει τελευτῆς· καὶ δυνατόν ἐστιν κατὰ τὴν διάνοιαν ταύτην ὑπὸ τοῦ γράψαντος τὸ βιβλίον ἐζεῦχθαι ταῦτα τὰ εἰρημένα συμπτώματα· φαίνεται γὰρ ἐξ ἀνομοιογενῶν ἐνίοτε συνδρομὰς ποιούμενος. Ὁκόσα ἐν κρισίμοις ἀλυσμῷ ἀνίδρωτι περιψύχεται κακόν· καὶ τὰ ἐπιρριγώσαντα ἐκ τούτων κακά. |