Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.643
Not analysed yet
Ὅτι καὶ τῶν κατὰ τὴν ῥῆσιν ταύτην ἐκ τῶν ὑφ' Ἱπποκράτους κατὰ μόνας εἰρημένων ἤθροισε τὴν συνδρομήν, εὔδηλόν ἐστιν. ὅ τε γὰρ ἀλυσμὸς ἀεὶ κακόν, ὡσαύτως δὲ καὶ τὸ περιψύχεσθαι ὡς πρὸς τοῦτον κακόν ἐστιν. τὸ δὲ κατὰ τὰς κρισίμους ἡμέρας τὰ φαινόμενα πάντα πιστότερα τῶν ἄλλων εἶναι παρ' ἐκείνου μεμαθήκαμεν. ἐνταυθοῖ δὲ πρόσκειται κακῶς τῷ ἀλυσμῷ τὸ ἀνίδρωτι· δόξει μὲν γὰρ ὁ μεθ' ἱδρῶτος ἀλυσμὸς οὐκ εἶναι κακός, ἢ εἴπερ ἐστίν, οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον κακός. <καὶ> οὐ μόνον ἐκ περιττοῦ φανεῖται τὸ ἀνίδρωτι προσκείμενον, ἀλλὰ καὶ πρὸς κακοῦ, τῶν ἀναγινωσκόντων τὸ βιβλίον ἡγησομένων τὸν χωρὶς ἱδρῶτος ἀλυσμὸν κακοηθέστερον εἶναι τοῦ σὺν ἱδρῶτι. καὶ μέντοι καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον καὶ τὰ ἐπιρριγώσαντα ἐκ τούτων κακά ψεῦδός ἐστιν ἁπλῶς οὕτως ῥηθέν, ὡς εἴρηται νῦν, ἐὰν μὴ προστεθῇ καθάπερ τῷ ἀλυσμῷ, οὕτω καὶ τῷ ῥίγει τὸ ‘χωρὶς ἱδρῶτος’, καὶ μᾶλλον ἐπὶ τοῦ ῥίγους ἡ προσθήκη γνώριμός τε καὶ χρήσιμος. ὁ μὲν γὰρ ἱδρῶτος χωρὶς ἀλυσμὸς ἧττον κακόν |