Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.644
Not analysed yet
ἐστιν, τὸ δὲ μὴ μεθ' ἱδρῶτος ῥῖγος μεῖζον κακόν, ὡς, ἄν γε κρίσιμον ῥῖγος ἐπ' ἀλυσμῷ γένηται, λύει τὴν νόσον καὶ ἱδρώτων ἐπιγενομένων ἢ ἐμέτων χρηστῶν ἢ γαστρὸς ὑπελθούσης. Ἐμέσματα ἄκρητα, ἀσώδεα πονηρά. Σύγκειται πάλιν ἐνταῦθα δύο σημεῖα τῶν ὑφ' Ἱπποκράτους εἰρημένων πονηρῶν. ἐμάθομεν γὰρ ἐν τῷ καθόλου διδάσκοντος καὶ τὰς ἀκράτους τῶν χυμῶν κενώσεις μοχθηρὰς καὶ πᾶσαν ἄσην ἐν νόσοις. οὐ μόνον οὖν ἐμέσματα ἄκρητα, ἀσώδη πονηρὰ, ἀλλὰ καὶ διαχωρήματα καὶ πτύσματα καὶ οὖρα καὶ ὁτιοῦν ἄλλο. Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν; |