Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.648
Not analysed yet
Εἴτε μετὰ ῥίγεος γεγραμμένον εἴη, ὡς γενικὴν δηλοῦσθαι πτῶσιν, εἴτε μετὰ ῥῖγος, ὡς αἰτιατικήν, ἐγγὺς ἀλλήλων εἰσὶν αἱ διάνοιαι τῶν λόγων ἑκατέρων· νενικῆσθαι γὰρ δηλοῖ τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς κατὰ τὸ σύμπτωμα ψύξεως ἡ μετὰ ῥίγους ἄγνοια καὶ λήθη. ἐμάθομεν γὰρ ὅτι καὶ τὸ μὴ γνωρίζειν τοὺς συνήθεις καὶ τὸ μὴ μεμνῆσθαι τῶν πεπραγμένων ἐπὶ τῇ κατὰ τὸν ἐγκέφαλον γίγνεται ψύξει, καὶ πρόδηλον, ὡς ἑκάτερον καὶ καθ' ἑαυτὸ μοχθηρόν ἐστι σύμπτωμα καί, εἰ ἄμφω γένοιτο, διπλασίως ἄτοπον. Αἱ ἐκ ῥίγεος καταψύξιες μὴ ἀναθερμαινόμεναι κακαί. Ἀσθένειαν δηλοῖ καὶ νέκρωσιν τῆς ἐμφύτου θερμασίας ἡ τοιαύτη κατάψυξις. |