Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.649
Not analysed yet
Οἱ ἐκ καταψύξεως ἱδρώδεες ἀναθερμαινόμενοι κακόν· ἐπὶ τούτοις ἐν πλευροῖς καῦμα ὀδυνῶδες καὶ τὸ ἐπιρριγῶσαι κακόν. Ἀναθερμαινομένους ἀκοῦσαι νῦν χρὴ τοὺς ἀναπυρέττοντας. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ἐὰν ἱδρώσας τις ἐν νόσῳ ψυχρότερος μὲν ἐν τῷ παραχρῆμα γένηται τοῦ κατὰ φύσιν, ἀναπυρέξῃ δ' αὖθις, οὐκ ἀκινδύνως διάκειται. τοῦτο μὲν οὖν ὅτι καὶ αὐτὸ κακόν ἐστιν, πρόδηλον παντί. συνάπτει δ' αὐτῷ, καθάπερ ἐπ' ἄλλων, συμπτώματά τινα διαφερούσαις ἑπόμενα διαθέσεσιν. τὸ γὰρ ἐν τῇ πλευρᾷ καῦμα ὀδυνῶδες σημεῖόν ἐστι τῆς ἐν ἐκείνῳ τῷ μορίῳ φλεγμονῆς, δι' ἣν ἀνεπύρεξεν. ἐὰν δὲ καὶ ῥῖγος αὐτοῖς ἐπιγένηται, καὶ διαπυῆσαι προσδόκα τὴν φλεγμονήν. ὥσπερ δὲ ἐπὶ πλευρᾷ φλεγμαινούσῃ δυνατὸν ἀναπυρέξαι τὸν ἄνθρωπον, οὕτω καὶ διὰ πνεύμονα καὶ δι' ἧπαρ ἢ κοιλίαν ἢ ὁτιοῦν |