Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.655
Not analysed yet
ὅμως γε μὴν κακὸν καὶ αὐτό, καθάπερ καὶ τὸ παράφοροι, τοῦτ' ἔστιν παρανοοῦντές τε καὶ παραπαίοντες. τὸ δὲ καθ' ἥβην σμικρὰ ὀδυνώδεες οὐδὲ σαφές ἐστιν τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐχ ὡσαύτως αὐτὸ νοησάντων. ἔνιοι μὲν γὰρ διελόντες ἑκάτερον ἰδίᾳ τὸ μὲν καθ' ἥβην αὐτὸ τὸ κατὰ τὴν ἡβικὴν ἡλικίαν ἤκουσαν, τὸ δὲ σμικρὰ ὀδυνώδεες ἕν τι καὶ αὐτὸ τῶν συμπτωμάτων, ὧν ἐποιήσατο κατάλογον. ἔνιοι δὲ καὶ καθ' ἥβην ὀδυνώδεες ἐπὶ τοῦ μέρους εἰρῆσθαί φασιν, ἐν ᾧ καὶ ἡ κύστις κεῖται. βούλεται γὰρ αὐτὸς ἐνδείξασθαι πεπονθέναι μὲν αὐτὴν μεγάλως, παραφόρους δὲ ὄντας [τῷ] τοὺς πάσχοντας μικρὰν αἴσθησιν ἔχειν ἀπ' [ἀρχῆς] αὐτῆς. ἐφεξῆς δὲ πάλιν ἄλλα δύο συμπτώματα γράφει σαφῶς φρενιτικά, τό τε θρασὺ καὶ τὸ κεκλεισμένον ὄμμα. δύο γάρ ἐστι ταῦτα, κἂν ἐφ' ἑνὸς μορίου λέγηται· δύναται γὰρ καὶ καθ' ἑαυτὸ συστῆναι τὸ ἕτερον αὐτῶν μόνον, ὥσπερ καὶ φαίνεται θρασὺ μὲν ποτὲ γινόμενον, οὐ μὴν κεκλεισμένον γε τὸ ὄμμα, ποτὲ δὲ κεκλεισμένον μέν, οὐ μὴν καὶ θρασύ. τὸ γὰρ κεκλεῖσθαι συμβαίνει τοῖς κατ' ὀφθαλ|