Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.656
Not analysed yet
μοὺς βλεφάροις ἤτοι διὰ τάσιν σπασμώδη τῶν κλειόντων αὐτοὺς μυῶν ἢ δι' ἀρρωστίαν τῶν ἀνοιγνύντων αὐτούς. τὸ τοίνυν τοὺς οὕτως ἔχοντας ἐπιχειρεῖν φαρμακεύειν ἀμαθοῦς ἐστι καὶ τελέως ἰδιώτου τέχνης ἰατρικῆς. οὐχ ὁ συμβουλεύων οὖν μὴ φαρμακεύειν σοφός, οὐ μὴν οὐδὲ τὸ γνῶναι μέγα τι τούτους ὀλεθρίως ἔχοντας. ὥστ' οὐδὲν ἡμᾶς διδάσκει θεώρημα τεχνικὸν ἡ ῥῆσις ἄξιον συγγράμματος, ὥσπερ κατὰ τοὺς Ἀφορισμοὺς ἡμᾶς ἐδίδαξεν ἐν τῷ καθόλου μία μὲν ῥῆσις, ἐν ᾗ φησιν· "ἐν τοῖς ὀξέσι παθήμασιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι", δευτέρα δέ, καθ' ἣν λέγει· ‘τὰ ὀξέα φαρμακεύειν, ἢν ὀργᾷ, αὐθημερόν’. ἄξια γὰρ ἰατροῦ μεγάλου ταυτί, καθότι δέδεικται διὰ τῆς ἐξηγήσεως αὐτῶν. τὰ δὲ νῦν εἰρημένα περιττά· καθαίρειν γὰρ οὐδεὶς ἐπιχειρεῖ τοὺς οὕτω διακειμένους, ὡς ἡ ῥῆσις ἐδήλωσε μετὰ τοῦ καὶ συνενδείκνυσθαι προήκοντος τοῦ νοσήματος ταῦτα γίνεσθαι καὶ μὴ κατ' ἀρχάς, ἡνίκα μόνον τοῖς ὀξέσι τοῦ καθαίρειν ὁ καιρός. |