Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.658
Not analysed yet
προκειμένην δηλούμενοι ῥῆσιν, ὅσον δ' ἐπὶ τῷ καταπεπτωκέναι τὴν δύναμιν αὐτῶν, οὐκ οἴσουσι τὴν κένωσιν. Μηδὲ τοὺς ἐν πυρετῷ, <εἰ> κωματώδεες, κατακεκλιμένους· ὀλέθριον γάρ. Τοὺς κατακεκλιμένους μᾶλλον ἐνταῦθα πάλιν εἰπεῖν εἵλετο διὰ τὴν ἀσάφειαν, ἐπειδὴ σαφὲς ἦν ‘ἐκλύτους’ εἰπεῖν. ὑποπεπτώκασιν δ' οὗτοι τῷ κοινῇ πᾶσιν γιγνωσκομένῳ καθόλου λόγῳ. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκεν, ὡς τοὺς ἐκλύτους οὐ χρὴ καθαίρειν; ἐκ περιττοῦ τοίνυν τὸ εἰ κωματώδεις πρόσκειται διττῶς γραφομένης τῆς πρώτης συλλαβῆς, διά τε τοῦ κ καὶ ω καὶ διὰ τοῦ κ καὶ α καὶ υ. ὅπου γὰρ ὡμολόγηται τὸ μηδένα τῶν ἐκλύτων φαρμακεύειν, ἔξεστιν ἡμῖν τῶν παθῶν ἕκαστον προσάπτουσιν αὐτῷ μυρίους ἐργάζεσθαι κατὰ μέρος λόγους. |