Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.659
Not analysed yet
Καρδίης πόνος ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίῃ κακόηθες καί τι ἀσθματῶδες. ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν; ὡς ἐν Δυσώδει· τούτῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, †ἐξέρυθρα. Δῆλός ἐστιν, ὡς ἐπὶ τῷ Δυσώδει ταῦτα εἶδε γενόμενα, ζητῶν, εἴτε καθόλου περὶ αὐτῶν ἀποφήνασθαι προσῆκεν εἴτε μή. λέλεκται δέ μοι περὶ τῶν τοιούτων ἔμπροσθεν ἐπιδεικνύντι τὰ μὲν ἐπὶ μιᾷ διαθέσει γινόμενα συμπτώματα προσηκόντως ἐφεξῆς ἀλλήλων διδάσκεσθαι, τὰ δ' ἐπὶ διαφερούσαις οὐκ ὀρθῶς συνάπτεσθαι, μηδεμιᾶς διδασκαλίας τεχνικῆς ἐκ τῆς μίξεως αὐτῶν γινομένης. ἐπὶ μέντοι τῶν νοσούντων τῶν χρησιμωτάτων ἐστὶν ἅπαντα σκοπεῖσθαι καὶ μηδὲν παραλιπεῖν· ἅπερ ἀμφότερα πεποίηκεν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς προγνώσεις διὰ τῶν καθόλου ποιούμενος, ἐν δὲ τοῖς