Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.661
Not analysed yet
ὅταν τοίνυν κατὰ τῆς γῆς ὄξος ἐκχυθῇ δριμύ, πνευματούμενον αὐτίκα συναναφέρει τινὰ τῆς γῆς αὑτῷ μόρια, καὶ γίνεταί τι σύνθετον ἔκ τε τῆς γεώδους οὐσίας καὶ τῆς ὑγρᾶς τοῦ ὄξους καὶ τοῦ γεννηθέντος ἀτμώδους πνεύματος. ὅμοιον δ' αὐτῷ συμβαίνει, κἀπειδὰν καὶ μέλαινα χολὴ κατὰ τῆς γῆς ἐκχυθῇ· καὶ σαφῶς γε φαίνεται πνευματώδης τις κίνησις ἐπ' ἀμφοτέροις γιγνομένη παραπλησία τῇ κατὰ τὸ ζέον γλεῦκος. ὅμοιον δὲ τούτοις κἀπὶ τῶν ζυμουμένων ἄρτων ὁσημέραι φαίνεται γινόμενον. ὅταν γὰρ ἀναμίξαντες ὕδατι τὸ τῶν πυρῶν ἄλευρον μίξαντες αὐτοῖς καὶ τὴν ζύμην ἐῶσι διαφυσηθῆναι μετρίως, ἡ ζύμωσις φαίνεται γιγνομένη χεομένης τε ἅμα καὶ πνευματουμένης τῆς ζυμουμένης οὐσίας. ὥστε καὶ τὰ ζυμούμενα τῶν οὔρων πάντως πάχος μὲν ἔχειν χρὴ ἀξιόλογον, εἶτα τούτου βραχεῖάν τινα ζέσιν ἐν ἑαυτῷ καὶ κίνησιν λαβόντος πνευματώδη μείζονα τὸν ὄγκον ἔχειν, οὗ κατὰ τὴν ἔκκρισιν εἶχεν. οὖρα δὲ ὅτι τοιαῦτα γίνεται τῶν ὠμῶν χυμῶν ταραχωδῶς κινουμένων, ἐν τοῖς Περὶ κρίσεων ἐμάθομεν.